TLG 2009 001 :: MARTYRIUM MARINI :: Martyrium Marini MARTYRIUM MARINI Hagiogr. Martyrium Marini Citation: Section — (line) | ||
t | Μαρτύριον τοῦ Ἁγίου Μαρίνου | |
1 | Κατὰ τούτους εἰρήνης ἁπανταχοῦ τῶν ἐκκλησιῶν οὔσης, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης Μαρῖνος τῶν ἐν στρατείαις ἀξιώμασι τετιμημένων γένει τε καὶ πλούτῳ περιφανὴς ἀνήρ, διὰ τὴν Χριστοῦ μαρτυρίαν τὴν κεφαλὴν ἀποτέμνεται, τοιᾶσδε ἕνεκεν αἰτίας. | |
2 | τιμή τίς ἐστι παρὰ Ῥωμαίοις τὸ κλῆμα, οὗ τοὺς τυχόντας φασὶν ἑκατοντάρχους γίνε‐ σθαι. τόπου σχολάζοντος, ἐπὶ τοῦτο προκοπῆς τὸν Μαρῖνον ἡ τοῦ βαθμοῦ τάξις ἐκάλει. ἤδη τε μέλλοντα τῆς τιμῆς ἔχεσθαι, παρελθὼν | |
5 | ἄλλος πρὸ τοῦ βήματος μὴ ἐξεῖναι μὲν ἐκείνῳ τῆς Ῥωμαίων μετέχειν ἀξίας κατὰ τοὺς παλαιοὺς νόμους, Χριστιανῷ γε ὄντι καὶ τοῖς βασιλεῦσι μὴ θύοντι, κατηγόρει, αὐτῷ δὲ ἐπιβάλλειν τὸν κλῆρον. | |
---|---|---|
3 | ἐφ’ ᾧ κινηθέντα τὸν δικαστὴν (Ἀχαιὸς οὗτος ἦν) πρῶτον μὲν ἐρέσθαι ποίας ὁ Μαρῖνος εἴη γνώμης. ὡς δ’ ὁμολογοῦντα Χριστια‐ νὸν ἐπιμόνως ἑώρα, τριῶν ὡρῶν ἐπιδοῦναι αὐτῷ εἰς ἐπίσκεψιν διά‐ στημα. | |
4 | ἐκτὸς δῆτα γενόμενον αὐτὸν τοῦ δικαστηρίου Θεότεκνος ὁ τῇδε ἐπίσκοπος ἀφέλκει προσελθὼν δι’ ὁμιλίας, καὶ τῆς χειρὸς λαβὼν ἐπὶ τὴν ἐκκλησίαν προάγει, εἴσω τε πρὸς αὐτῷ στήσας τῷ ἁγιάσματι, μικρόν τι παραναστείλας αὐτοῦ τῆς χλαμύδος καὶ τὸ | |
5 | προσηρτημένον αὐτῷ ξίφος ἐπιδείξας ἅμα τε ἀντιπαρατίθησι προσ‐ αγαγὼν αὐτῷ τὴν τῶν θείων εὐαγγελίων γραφήν, κελεύσας τῶν δυοῖν ἑλέσθαι τὸ κατὰ γνώμην. ὡς δ’ ἀμελλητὶ τὴν δεξιὰν προτείνας | |
ἐδέξατο τὴν θείαν γραφήν· Ἔχου τοίνυν, ἔχου, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ θεοῦ καὶ τύχοις ὧν εἵλου πρὸς αὐτοῦ δυναμούμενος. | 240 | |
10 | καὶ βάδιζε μετ’ εἰρήνης. | |
5 | εὐθὺς ἐκεῖθεν ἐπανελθόντα αὐτὸν κῆρυξ ἐβόα καλῶν πρὸ τοῦ δικαστηρίου· καὶ γὰρ ἤδη τὰ τῆς προθεσμίας τοῦ χρόνου πεπλήρωτο· καὶ δὴ παραστὰς τῷ δικαστῇ καὶ μείζονα τῆς πίστεως τὴν προθυμίαν ἐπιδείξας, εὐθὺς ὡς εἶχεν ἀπαχθεὶς τὴν | |
5 | ἐπὶ θανάτῳ τελειοῦται. | 241 |